Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.232 Dem. 18.234 (English) >>Dem. 18.238

18.233ἀλλὰ μὴ δευρὶ παρήνεγκα), ἀλλʼ ἐπʼ αὐτῶν τῶν ἔργων ἂν ἐσκόπει τίνας εἶχεν ἀφορμὰς πόλις καὶ τίνας δυνάμεις, ὅτʼ εἰς τὰ πράγματʼ εἰσῄειν, καὶ τίνας συνήγαγον αὐτῇ μετὰ ταῦτʼ ἐπιστὰς ἐγώ, καὶ πῶς εἶχε τὰ τῶν ἐναντίων. εἶτʼ εἰ μὲν ἐλάττους ἐποίησα τὰς δυνάμεις, παρʼ ἐμοὶ τἀδίκημʼ ἂν ἐδείκνυεν ὄν, εἰ δὲ πολλῷ μείζους, οὐκ ἂν ἐσυκοφάντει. ἐπειδὴ δὲ σὺ τοῦτο πέφευγας, ἐγὼ ποιήσω· καὶ σκοπεῖτʼ εἰ δικαίως χρήσομαι τῷ λόγῳ.

18.234δύναμιν μὲν τοίνυν εἶχεν πόλις τοὺς νησιώτας, οὐχ ἅπαντας, ἀλλὰ τοὺς ἀσθενεστάτους· οὔτε γὰρ Χίος οὔτε Ῥόδος οὔτε Κέρκυρα μεθʼ ἡμῶν ἦν· χρημάτων δὲ σύνταξιν εἰς πέντε καὶ τετταράκοντα τάλαντα, καὶ ταῦτʼ ἦν προεξειλεγμένα· ὁπλίτην δʼ ἱππέα πλὴν τῶν οἰκείων οὐδένα. δὲ πάντων καὶ φοβερώτατον καὶ μάλισθʼ ὑπὲρ τῶν ἐχθρῶν, οὗτοι παρεσκευάκεσαν τοὺς περιχώρους πάντας ἔχθρας φιλίας ἐγγυτέρω, Μεγαρέας, Θηβαίους, Εὐβοέας. 18.235τὰ μὲν τῆς πόλεως οὕτως ὑπῆρχεν ἔχοντα, καὶ οὐδεὶς ἂν ἔχοι παρὰ ταῦτʼ εἰπεῖν ἄλλʼ οὐδέν· τὰ δὲ τοῦ Φιλίππου, πρὸς ὃν ἦν ἡμῖν ἀγών, σκέψασθε πῶς. πρῶτον μὲν ἦρχε τῶν ἀκολουθούντων αὐτὸς αὐτοκράτωρ, τῶν εἰς τὸν πόλεμον μέγιστόν ἐστιν ἁπάντων· εἶθʼ οὗτοι τὰ ὅπλʼ εἶχον ἐν ταῖς χερσὶν ἀεί· ἔπειτα χρημάτων ηὐπόρει καὶ ἔπραττεν δόξειεν αὐτῷ, οὐ προλέγων ἐν τοῖς ψηφίσμασιν, οὐδʼ ἐν τῷ φανερῷ βουλευόμενος, οὐδʼ ὑπὸ τῶν συκοφαντούντων κρινόμενος, οὐδὲ γραφὰς φεύγων παρανόμων, οὐδʼ ὑπεύθυνος ὢν οὐδενί, ἀλλʼ ἁπλῶς αὐτὸς δεσπότης, ἡγεμών, κύριος πάντων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.232 Dem. 18.234 (English) >>Dem. 18.238

Powered by PhiloLogic